Píndaro: fr. 75 (45). fr. 83 (51) Maehler – ΑΘΗΝΑΙΟΙΣ Β’

fr. 75
Δεῦτ’ ἐν χορόν, Ὀλύμπιοι,
ἐπί τε κλυτὰν πέμπετε χάριν, θεοί,
πολύβατον οἵ τ’ ἄστεος ὀμφαλὸν θυόεντ’
ἐν ταῖς ἱεραῖς Ἀθάναις
οἰχνεῖτε πανδαίδαλόν τ’ εὐκλέ’ ἀγοράν·
ἰοδέτων λάχετε στεφάνων τᾶν τ’ ἐαρι-
δρόπων ἀοιδᾶν,
Διόθεν τέ με σὺν ἀγλαΐᾳ
ἴδετε πορευθέντ’ ἀοιδᾶν δεύτερον
ἐπὶ τὸν κισσοδαῆ θεόν,
τὸν Βρόμιον, τὸν Ἐριβόαν τε βροτοὶ καλέομεν,
γόνον ὑπάτων μὲν πατέρων μελπόμεν‹οι›
γυναικῶν τε Καδμεϊᾶν {Σεμέλην}.
ἐναργέα τ’ ἔμ’ ὥτε μάντιν οὐ λανθάνει.
φοινικοεάνων ὁπότ’ οἰχθέντος Ὡρᾶν θαλάμου
εὔοδμον ἐπάγοισιν ἔαρ φυτὰ νεκτάρεα.
τότε βάλλεται, τότ’ ἐπ’ ἀμβρόταν χθόν’ ἐραταί
ἴων φόβαι, ῥόδα τε κόμαισι μείγνυται,
ἀχεῖ τ’ ὀμφαὶ μελέων σὺν αὐλοῖς,
οἰχνεῖ τε Σεμέλαν ἑλικάμπυκα χοροί.

* * *

fr. 83
ἦν ὅτε σύας Βοιώτιον ἔθνος ἔνεπον